Ο Ιερός Χρυσόστομος περι Σχίσματος

Εἰς τὴν πρὸς Ἐφεσίους ΙΑ΄ (P.G. 62.85-7)

«Οὐδὲν οὕτως Ἐκκλησίαν δυνήσεται διαιρεῖν, ὡς φιλαρχία· οὐδὲν οὕτω παροξύνει τὸν Θεὸν, ὡς τὸ Ἐκκλησίαν διαιρεθῆναι. Κἂν μυρία ὦμεν ἐργασάμενοι καλὰ, τῶν τὸ σῶμα αὐτοῦ διατεμόντων οὐκ ἐλάττονα δώσομεν δίκην, οἱ τὸ πλήρωμα κατατέμνοντες τὸ ἐκκλησιαστικόν. Ἐκεῖνο μὲν γὰρ ἐπὶ κέρδει τῆς οἰκουμένης ἐγένετο, εἰ καὶ μὴ ἀπὸ διανοίας τοιαύτης· τοῦτο δὲ οὐδὲν οὐδαμοῦ τὸ χρήσιμον ἔχει, ἀλλὰ πολλὴ ἡ βλάβη. Ταῦτά μοι οὐχὶ πρὸς τοὺς ἄρχοντας εἴρηται μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἀρχομένους. Ἀνὴρ δέ τις ἅγιος εἶπέ τι δοκοῦν εἶναι τολμηρὸν, πλὴν ἀλλ᾽ ὅμως ἐφθέγξατο. Τί δὴ τοῦτό ἐστιν; Οὐδὲ μαρτυρίου αἷμα ταύτην δύνασθαι ἐξαλείφειν τὴν ἁμαρτίαν ἔφησεν.

Εἰπὲ γάρ μοι, τίνος ἕνεκεν μαρτυρεῖς; οὐ διὰ τὴν δόξαν τοῦ Χριστοῦ; Ὁ τοίνυν τὴν ψυχὴν προέμενος ὑπὲρ τοῦ Χριστοῦ, πῶς τὴν Ἐκκλησίαν πορθεῖς, ὑπὲρ ἧς τὴν ψυχὴν προήκατο ὁ Χριστός; Ἄκουε τοῦ Παύλου λέγοντος, ὅτι Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Οὐκ ἔστιν αὕτη ἐλάττων ἡ βλάβη τῆς παρὰ ἐχθρῶν, ἀλλὰ πολὺ μείζων. Ἐκείνη μὲν γὰρ καὶ λαμπροτέραν αὐτὴν ἐργάζεται, αὕτη δὲ αὐτὴν καὶ παρὰ τοῖς ἐχθροῖς καταισχύνει, ὅταν ὑπὸ τῶν ἰδίων τέκνων πολεμῆται. Μέγα γὰρ δεῖγμα ἀπάτης εἶναι δοκεῖ παρ᾽ αὐτοῖς τὸ τοὺς γεννηθέντας ἐν αὐτῇ καὶ τραφέντας, καὶ τὰ ἀπόῤῥητα αὐτῆς μεμαθηκότας ἀκριβῶς, τούτους μεταβαλλομένους ἐξαίφνης τὰ τῶν ἐχθρῶν αὐτὴν διατίθεσθαι. Ταῦτά μοι εἰρήσθω πρὸς τοὺς ἀδιαφόρως διδόντας ἑαυτοὺς τοῖς σχίζουσι τὴν Ἐκκλησίαν. Εἰ μὲν γὰρ καὶ δόγματα ἔχουσιν ἐναντία, καὶ διὰ τοῦτο οὐ προσῆκεν ἐκείνοις ἀναμίγνυσθαι· εἰ δὲ τὰ αὐτὰ φρονοῦσι, πολλῷ μᾶλλον.

Τί δήποτε; Ὅτι φιλαρχίας ἐστὶν ἡ νόσος. Οὐκ ἴστε τί πεπόνθασιν οἱ περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών; ἆρα αὐτοὶ μόνοι, οὐχὶ δὲ καὶ οἱ μετ᾽ αὐτῶν; Τί λέγεις; ἡ αὐτὴ πίστις ἐστὶν, ὀρθόδοξοί εἰσι κἀκεῖνοι. Τίνος οὖν ἕνεκεν οὐκ εἰσὶ μεθ᾽ ἡμῶν· Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Εἰ τὰ ἐκείνων καλῶς γίνεται, τὰ ἡμέτερα κακῶς· εἰ δὲ τὰ ἡμέτερα καλῶς, τὰ ἐκείνων κακῶς. Νήπιοι, φησὶ, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ. Ἀρκεῖν τοῦτο ἡγεῖσθε, εἰπέ μοι, τὸ λέγειν, ὅτι ὀρθόδοξοί εἰσι, τὰ τῆς χειροτονίας δὲ οἴχεται καὶ ἀπόλωλε; Καὶ τί τὸ ὄφελος τῶν ἄλλων, ταύτης οὐκ ἠκριβωμένης; Ὥσπερ γὰρ ὑπὲρ τῆς πίστεως, οὕτω καὶ ὑπὲρ ταύτης μάχεσθαι χρή. Ἐπεὶ, εἰ παντὶ ἔξεστι πληροῦν τὰς χεῖρας αὐτοῦ, κατὰ τοὺς παλαιοὺς, καὶ ἱερεῖς γίνεσθαι, παρίτωσαν πάντες, εἰκῆ τὸ θυσιαστήριον ᾠκοδόμηται τοῦτο, εἰκῆ τὸ πλήρωμα τῆς Ἐκκλησίας, εἰκῆ τῶν ἱερέων ὁ ἀριθμός· ἀνέλωμεν αὐτὰ καὶ διαφθείρωμεν.

Μὴ γένοιτο, φησίν. Ὑμεῖς αὐτὰ ποιεῖτε, καί φατε, Μὴ γένοιτο; πῶς λέγεις, Μὴ γένοιτο, γενομένων αὐτῶν; Ἐγὼ λέγω καὶ μαρτύρομαι, οὐ τὸ ἐμαυτοῦ σκοπῶν, ἀλλὰ τὴν ὑμετέραν σωτηρίαν· εἰ δέ τις ἀδιαφοροίη, αὐτὸς ἂν εἰδείη· εἰ δέ τινι τούτων οὐ μέλει, ἀλλ᾽ ἡμῖν μέλει· Ἐγὼ ἐφύτευσα, φησὶν, Ἀπολλὼς ἐπότισεν, ἀλλ᾽ ὁ Θεὸς ηὔξανε… Διὰ τοῦτο λέγω καὶ διαμαρτύρομαι, ὅτι τοῦ εἰς αἵρεσιν ἐμπεσεῖν τὸ τὴν Ἐκκλησίαν σχίσαι οὐκ ἔλαττόν ἐστι κακόν. Εἰπέ μοι, εἴ τις ὑπὸ βασιλεῖ τινι τυγχάνων, ἑτέρῳ μὲν βασιλεῖ μὴ πρόσθοιτο, μηδὲ δῷ ἑαυτὸν ἄλλῳ, αὐτοῦ δὲ ἐκείνου τὴν ἁλουργίδα λαβὼν καὶ κατασχὼν, ἀπὸ τῆς περόνης κατήνεγκεν ἅπασαν, καὶ διέῤῥηξεν εἰς πολλὰ ῥήγματα, ἆρα ἧττον ἂν τῶν ἑτέρῳ προσθεμένων ἐκολάσθη; Τί δέ, εἰ μετὰ τούτου αὐτὸν τὸν βασιλέα ἀπὸ τοῦ λαιμοῦ κατασχὼν ἔσφαττε, κατὰ μέλος διαξαίνων αὐτοῦ τὸ σῶμα, ποίαν ἂν δίκην δοὺς, τὴν ἀξίαν ἔδωκεν; Εἰ δὲ εἰς βασιλέα τὸν ὁμόδουλον τοῦτο ἐργα σάμενος, πάσης ἂν μείζονα δίκης εἰργάσατο· ὁ τὸν Χριστὸν σφάττων καὶ διαξαίνων κατὰ μέλος, ποίας γεέννης οὐκ ἔσται ἄξιος; ἆρα ταύτης τῆς ἀπειλουμένης; Οὐκ ἔγωγε οἶμαι, ἀλλ᾽ ἑτέρας πολλῷ χαλεπωτέρας».

Ἱερᾶ Καλύβη Ἁγίου Ἰωάννου τοῦ Θεολόγου
Νέα Σκήτη Τ.Κ. 63087 Ἅγιον Ὄρος
Τηλ. 2377023044
This email address is being protected from spambots. You need JavaScript enabled to view it.